Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν ὁ εἰπών, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα α ἐγὼ ποιῶ, κακεῖνος ποιήσει, ὁ τοὺς ἀληθῶς ἀγαπήσαντας σέ, οὐ μόνον ἐνισχύσας ὑπομεῖναι καρτερικῶς δεινοὺς καὶ διαφόρους αἰκισμούς, ἀλλὰ καὶ τελειωθέντας διὰ τὸ ὄνομά σου, νικητικὼ στεφάνῳ λαμπρῶς κατακοσμήσας, καὶ τοῖς θαύμασι δοξάσας, ἐπίβλεψον, δεόμεθα σου, ἐφ' ἡμᾶς, καὶ ταῖς τῶν θεραπόντων σου Κοσμᾶ καὶ Δαμιανοῦ πρεσβείας δυσωπηθείς, ρύσαι τὰς ψυχὰς ἡμῶν δεινῶν ἁμαρτημάτων, καὶ τὰ σώματα παντοίων παθῶν ἀπαλλάξας, τὴν ζωὴν ἡμῶν κυβέρνησον καὶ ἀνεπηρέαστον διαφύλαξον, ὅπως ἐν μὲν τῷ παρόντι εἰρηνικῶς βιοῦντες, καὶ τὴν μνήμην τῶν Ἁγίων σου τιμῶντες, δοξάζωμεν σὲ τὸν εὐεργέτην Θεὸν καὶ θαυμαστὸν ἐν τοῖς Ἁγίοις σου, καὶ ἐν τῷ μέλλοντι καταξιωθῶμεν τῷ ἐλέει σου τῆς μακαριότητος αὐτῶν ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἄμην.
Μέγα Προσευχητάριο







