«Ὀνομαστήρια Σεβασμιωτάτου».

  Διὰ τοῦ παρόντος...

  • «Ὀνομαστήρια Σεβασμιωτάτου».

    Τρίτη, 23 Μαΐου 2017 10:37
  • «Λόγος περὶ τῆς Ἀναλήψεως τοῦ Χριστοῦ»

    «Λόγος περὶ τῆς Ἀναλήψεως τοῦ Χριστοῦ»

    Τρίτη, 23 Μαΐου 2017 08:06
  • Λῆξις μαθημάτων τοῦ Κοινωνικοῦ Φροντιστηρίου τοῦ Πνευματικοῦ, Πολιτιστικοῦ και Συνεδριακοῦ...

    Σάββατο, 20 Μαΐου 2017 19:46
  • Σ’ ἕνα νεαρὸ γιά τή μοναξιὰ καὶ τὴν ἀληθινὴ ἐπικοινωνία.

    Σ’ ἕνα νεαρὸ γιά τή μοναξιὰ καὶ τὴν ἀληθινὴ ἐπικοινωνία.

    Παρασκευή, 19 Μαΐου 2017 13:58
  • ΠΡΟΣΚΛΗΣΙΣ

    ΠΡΟΣΚΛΗΣΙΣ

    Παρασκευή, 19 Μαΐου 2017 13:57
  • ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΜΕΓΑΣ ΚΑΙ Η ΙΣΤΟΡΙΚΗ ΑΛΗΘΕΙΑ

    ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΜΕΓΑΣ ΚΑΙ Η ΙΣΤΟΡΙΚΗ ΑΛΗΘΕΙΑ

    Παρασκευή, 19 Μαΐου 2017 13:49
  • Γιατὶ ὁ Μέγας Κωνσταντῖνος ὀνομάστηκε Ἰσαπόστολος;

    Γιατὶ ὁ Μέγας Κωνσταντῖνος ὀνομάστηκε Ἰσαπόστολος;

    Παρασκευή, 19 Μαΐου 2017 13:48
  • Ἐπί τῇ ἐπετείῳ τῆς εἰς Ἐπίσκοπον χειροτονίας τοῦ Σεβασμιωτάτου Ποιμενάρχου μας

    Τρίτη, 16 Μαΐου 2017 08:20
  • ΠΡΟΣΦΩΝΗΣΙΣ ΤΟΥ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ ΚΑΙ ΩΡΩΠΟΥ κ. ΚΥΡΙΛΛΟΥ ΠΡΟΣ ΤΟΝ ΠΡΟΕΔΡΟΝ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΔΗΜΟΚΡΑΤΙΑΣ κ. ΠΡΟΚΟΠΙΟΝ ΠΑΥΛΟΠΟΥΛΟΝ ΚΑΤΑ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΤΗΣ ΙΕΡΑΣ ΠΑΝΗΓΥΡΕΩΣ ΤΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΕΦΡΑΙΜ ΤΟΥ ΝΕΟΥ ΤΟΥ ΕΝ ΝΕΑι ΜΑΚΡΗι

    ΠΡΟΣΦΩΝΗΣΙΣ ΤΟΥ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ ΚΑΙ ΩΡΩΠΟΥ κ. ΚΥΡΙΛΛΟΥ ΠΡΟΣ ΤΟΝ...

    Δευτέρα, 15 Μαΐου 2017 09:16
  • Ἐκκλησιαστικό Παντοπωλεῖο Ἱερᾶς Μητροπόλεως

    Δευτέρα, 24 Οκτωβρίου 2016 07:12

Τρίτη 23 Μαΐου

Μιχαήλ Συνάδων, Μυροφόρου Μαρίας

diahoristiko2

ploigisi h3
bottom_neo.jpg

youtube

diahoristiko2

 

article 2064 

Εἴ τις εὐσεβής καί φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καί λαμπρᾶς πανηγύρεως.

Εἴ τις εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τήν χαράν τοῦ Κυρίου αὐτοῦ.

Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τό δηνάριον.

Εἴ τις ἀπό τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τό δίκαιον ὄφλημα.

Εἴ τις μετά τήν τρίτην ἦλθεν, εὐχαρίστως ἐορτασάτω.

Εἴ τις μετά τήν ἕκτην ἔφθασε, μηδέν ἀμφιβαλλέτω· καί γάρ οὐδέν ζημειοῦται.

Εἴ τις ὑστέρησεν εἰς τήν ἐνάτην, προσελθέτω, μηδέν ἐνδοιάζων.

Εἴ τις εἰς μόνην ἔφθασε τήν ἑνδεκάτην, μή φοβηθῆ τήν βραδύτητα· φιλότιμος γάρ ὧν ὁ Δεσπότης, δέχεται τόν ἔσχατον καθάπερ καί τόν πρῶτον· ἀναπαύει τόν τῆς ἑνδεκάτης, ὡς τόν ἐργασάμενον ἀπό τῆς πρώτης· καί τόν ὕστερον ἐλεεῖ καί τόν πρῶτον θεραπεύει· κακείνω δίδωσι καί τούτω χαρίζεται· καί τά ἔργα δέχεται καί τήν γνώμην ἀσπάζεται· καί τήν πράξιν τιμᾶ καί τήν πρόθεσιν ἐπαινεῖ.

Οὐκοῦν εἰσέλθετε πάντες εἰς τήν χαράν τοῦ Κυρίου ὑμῶν· καί πρῶτοι καί δεύτεροι τόν μισθόν ἀπολαύετε. Πλούσιοι καί πένητες μετ' ἀλλήλων χορεύσατε· ἐγκρατεῖς καί ράθυμοι τήν ἡμέραν τιμήσατε· νηστεύσαντες καί μή νηστεύσαντες, εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες.

Ὁ μόσχος πολύς, μηδείς ἐξέλθη πεινῶν. Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδείς θρηνείτω πενίαν· ἐφάνη γάρ ἡ κοινή Βασιλεία. Μηδείς ὀδυρέσθω πταίσματα· συγνώμη γάρ ἐκ τοῦ τάφου ἀνέτειλε. Μηδείς φοβείσθω θάνατον· ἠλευθέρωσε γάρ ἠμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ' αὐτοῦ κατεχόμενος.

Ἐσκύλευσε τόν ἄδην ὁ κατελθῶν εἰς τόν ἅδην. Ἐπικρανεν αὐτόν, γευσάμενον τῆς σαρκός αὐτοῦ. Καί τοῦτο προλαβῶν Ἠσαΐας ἐβόησεν· ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω.

Ἐπικράνθη· καί γάρ κατηργήθη.

Ἐπικράνθη· καί γάρ ἐνεπαίχθη.

Ἐπικράνθη· καί γάρ ἐνεκρώθη.

Ἐπικράνθη· καί γάρ καθηρέθη.

Ἐπικράνθη· καί γάρ ἐδεσμεύθη.

Ἔλαβε σῶμα καί Θεῶ περιέτυχεν.

Ἔλαβε γῆν καί συνήντησεν οὐρανῶ.

Ἔλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.

Ποῦ σου, θάνατε, τό κέντρον;

Ποῦ σου, ἅδη, τό νίκος;

Ἀνέστη Χριστός καί σύ καταβέβλησαι.

Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες.

Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι.

Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται.

Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐπί μνήματος.

Χριστός γάρ ἐγερθεῖς ἐκ νεκρῶν, ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο.

Αὐτῷ ἡ δόξα καί τό κράτος εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ